Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 33.19 Dem. 33.21 (English) >>Dem. 33.24

33.20μετὰ ταῦτα τοίνυν τῷ Παρμένοντι συνέβη συμφορὰ δεινή, ἄνδρες δικασταί. οἰκοῦντος γὰρ αὐτοῦ ἐν Ὀφρυνείῳ διὰ τὴν οἴκοθεν φυγήν, ὅτε σεισμὸς ἐγένετο περὶ Χερρόνησον, συμπεσούσης αὐτῷ τῆς οἰκίας ἀπώλοντο γυνὴ καὶ οἱ παῖδες. καὶ μὲν πυθόμενος τὴν συμφορὰν ᾤχετο ἐνθένδε ἀποπλέων· δὲ Ἀριστοκλῆς, διαμαρτυραμένου τοῦ ἀνθρώπου ἐναντίον μαρτύρων μὴ ἀποφαίνεσθαι καθʼ αὑτοῦ ἄνευ τῶν συνδιαιτητῶν, ἀποδημήσαντος τοῦ ἀνθρώπου διὰ τὴν συμφορὰν ἐρήμην κατʼ αὐτοῦ ἀπεφήνατο τὴν δίαιταν. 33.21καὶ ἐγὼ μὲν καὶ Φώκριτος ἐν ταῖς αὐταῖς συνθήκαις γεγραμμένοι, ὅτι ἠμφεσβήτησεν οὗτος μὴ εἶναι ἡμᾶς διαιτητὰς αὑτῷ, ἐφύγομεν τὸ διαιτῆσαι· δὲ οὐ μόνον ἀμφισβητηθείς, ἀλλὰ καὶ ἀπορρηθὲν αὐτῷ, οὐδὲν ἧττον τὴν ἀπόφασιν ἐποιήσατο. οὔτε ὑμῶν οὔτε τῶν ἄλλων Ἀθηναίων ὑπομείναι ἂν ποιῆσαι οὐδείς.

33.22 μὲν οὖν περὶ τὴν ἀφάνισιν τῶν συνθηκῶν καὶ περὶ τὴν γνῶσιν τῆς διαίτης Ἀπατουρίῳ καὶ τῷ διαιτητῇ πέπρακται, ἐάν ποτε σωθῇ ἠδικημένος, δίκην παρʼ αὐτῶν λήψεται· ἐπειδὴ δʼ εἰς τοῦτο ἐλήλυθεν Ἀπατούριος ἀναιδείας, ὥστε κἀμοὶ δικάζεται, ἐπιφέρων αἰτίαν ὡς ἀνεδεξάμην ἐκτείσειν, εἴ τι καταγνωσθείη τοῦ Παρμένοντος, καί φησιν ἐγγραφῆναι εἰς τὰς συνθήκας ἐμὲ ἐγγυητήν, ὥσπερ προσήκει τοιαύτην αἰτίαν ἀπολύσασθαι, πρῶτον μὲν ὑμῖν μάρτυρας παρασχήσομαι ὡς οὐκ ἠγγυησάμην ἐγὼ τὸν Παρμένοντα, ἀλλʼ Ἄρχιππος Μυρρινούσιος, ἔπειτα πειράσομαι καὶ ἐκ τεκμηρίων τὴν ἀπολογίαν ποιήσασθαι, ἄνδρες δικασταί.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 33.19 Dem. 33.21 (English) >>Dem. 33.24

Powered by PhiloLogic